ΟΙ ΤΡΕΙΣ ΚΑΤ΄ ΕΞΟΧΗΝ ΑΝΤΙΠΑΠΙΚΟΙ ΑΓΙΟΙ

ΟΙ ΤΡΕΙΣ ΚΑΤ΄ ΕΞΟΧΗΝ ΑΝΤΙΠΑΠΙΚΟΙ ΑΓΙΟΙ
ΔΕΙΤΕ ΤΗΝ ΝΕΑ ΜΑΣ ΣΕΛΙΔΑ ΠΑΤΩΝΤΑΣ ΕΔΩ

whos.amung.us

Συνολικές προβολές σελίδας

Παρασκευή 6 Νοεμβρίου 2009

«῞Ορος» τῆς ῾Αγίας τοῦ Χριστοῦ ᾿Ορθοδόξου ᾿Εκκλησίας περὶ τοῦ Λατινικοῦ ψευδοβαπτίσματος * ἐν ἔτει 1755


«Οἱ ἀπὸ Λατίνων ἐπιστρέφοντες
ἀναντιρρήτως, ἀπαραιτήτως καὶ ἀναγκαίως
πρέπει νὰ βαπτίζωνται» 1
(῾Ιεροῦ ᾿Αθανασίου τοῦ Παρίου)


ΚΑΤΑ τὸν ῞Οσιον Νικόδημον τὸν ῾Αγιορείτην, «οἱ Λατίνοι εἶναι παμπάλαιοι αἱρετικοί»2.
Οἱ αἱρετικοὶ Παπικοί, ὡς γνωστόν, δὲν ἔχουν βάπτισμα, ἀλλὰ ράντισμα, τὸ ὁποῖον βεβαίως εἶναι ἀντίθετον πρὸς τὴν ᾿Ορθόδοξον Πίστιν καὶ τὴν καθαγιασθεῖσαν πρᾶξιν τῆς ᾿Εκκλησίας μας.
Τὸ ράντισμα τῶν Λατίνων «καθ᾿ ἑαυτὸ μέν, ὡς ἐν τῇ αἱρέσει τελεσθέν, ἤτοι ἐκτὸς τῆς ᾿Εκκλησίας, εἶναι ἀνυπόστατον, κατὰ δὲ τὴν ἐπιστροφὴν τῶν Λατίνων δὲν δύναται νὰ γίνῃ κατ᾿ οἰκονομίαν δεκτόν, ὡς ἀτελές»3.
Τὴν βάπτισιν τῶν Παπικῶν, μετὰ ἀπὸ μίαν περίοδον διακυμάνσεων μεταξὺ ἀκριβείας καὶ οἰκονομίας, ἀπεφάσισε καὶ ἐπέβαλε τελικῶς ἡ ἐπὶ Οἰκουμενικοῦ Πατριάρχου Κυρίλλου Εʹ Σύνοδος τῆς
Κωνσταντινουπόλεως ἐν ἔτει 1755.
῾Ο «῞Ορος» τῆς ῾Αγίας Συνόδου ὑπεγράφη ὑπὸ τῶν Πατριαρχῶν Κωνσταντινουπόλεως Κυρίλλου, ᾿Αλεξανδρείας Ματθαίου καὶ ῾Ιεροσολύμων Παρθενίου, θὰ τὸν ὑπέγραφε δὲ καὶ ὁ ᾿Αντιοχείας Σίλβεστρος, ἄν δὲν εὑρίσκετο εἰς Ρωσίαν δι᾿ ἐράνους καὶ δὲν εἶχε καταληφθῆ ὁ θρόνος του ἀπὸ ἕνα σφετεριστὴν κατὰ τὴν ἀπουσίαν του4.
῾Ο «῞Ορος» «ἐξακολουθεῖ νὰ εἶναι ἡ τελευταία ἐπίσημος περὶ τοῦ ζητήματος ἀπόφασις τῆς ᾿Ορθοδόξου ᾿Εκκλησίας»5, καὶ ἐδημοσιεύθη τύποις τὸ πρῶτον ἐν ἔτει 1756 εἰς τὸ ἔργον (μᾶλλον Χριστοφόρου τοῦ Αἰτωλοῦ): «Ραντισμοῦ Στηλίτευσις» (σελ. ρογʹ- ροστʹ). ᾿Ανατύπωσις παρὰ Mansi, τ. 38, στλ. 617-622.
᾿Αναδημοσιεύομεν τοῦτον ἐκ τοῦ λίαν διαφωτιστικοῦ καὶ πολυτίμου ἔργου τοῦ Πρωτοπρεσβυτέρου Γεωργίου Δ. Μεταλληνοῦ: «῾Ομολογῶ ἓν Βάπτισμα...», ᾿Αθῆναι 1983 (βλ. σελ. 79-81).
* * *
Τὸ κείμενον τοῦ «῞Ορου»
ΠΟΛΛΩΝ ὄντων τῶν μέσων, δι᾿ ὧν τῆς σωτηρίας ἡμῶν ἀξιούμεθα καὶ τούτων, ὡς εἰπεῖν, κλιμακηδὸν
ἀλληλενδέτων καὶ ἀλληλουχουμένων ὄντων, ἅτε δὴ πάντων πρὸς τὸ αὐτὸ τέλος ἀφορώντων, πρῶτόν ἐστι τὸ τοῖς ἱεροῖς ᾿Αποστόλοις θεοπαράδοτον Βάπτισμα, οἷα δὴ τῶν λοιπῶν τούτου χωρίς ἀπρακτούντων· «ἐὰν γάρ τις μὴ γεννηθῇ, φησίν, ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»· ἔδει καὶ γὰρ ἀναγκαίως, τῆς πρώτης γεννήσεως ἐπὶ τὸν θνητὸν τουτονὶ βίον παραγαγούσης τὸν ἄνθρωπον, γέννησιν ἑτέραν ἐξευρεθῆναι καὶ τρόπον μυστικώτερον, μήτε ἀπὸ
φθορᾶς ἀρχόμενον, μήτε εἰς φθορὰν καταλήγοντα, δι᾿ οὗ γένοιτ᾿ ἂν ἡμῖν δυνατὸν μιμήσασθαι τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν ᾿Ιησοῦν Χριστόν. Τὸ γὰρ ἐν τῇ κολυμβήθρᾳ ὕδωρ τοῦ βαπτίσματος ἐν τάξει μήτρας λαμβάνεται, καὶ τόκος τῷ τικτομένῳ γίνεται, ᾗ φησιν ὁ Χρυσόστομος· τὸ δὲ ἐν τῷ ὕδατι ἐπιφοιτῶν Πνεῦμα ἐν τάξει Θεοῦ τὸ ἔμβρυον διαπλάττοντος· καὶ ὥσπερ ἐκεῖνος μετὰ τὴν ἐν τάφῳ κατάθεσιν τριταῖος ἐπὶ τὴν ζωὴν ἀνεφοίτησεν, οὕτως οἱ πιστεύοντες, ἀντὶ τῆς γῆς, τὸ ὕδωρ
ὑποδυόμενοι, ἐν τρισὶ καταδύσεσι τὴν τριήμερον ἑαυτοῖς χάριν τῆς ᾿Αναστάσεως ἐξεικονίζουσιν, ἁγιαζομένου τοῦ ὕδατος τῇ ἐπιφοιτήσει τοῦ παναγίου Πνεύματος, ὡς ἂν τῷ μὲν φαινομένῳ ὕδατι τὸ σῶμα φωτίζοιτο, τῷ δὲ ἀοράτῳ Πνεύματι τὸν ἁγιασμὸν ἡ ψυχὴ λήψαιτο· ὡς γὰρ τὸ ἐν τῷ λέβητι ὕδωρ τῆς τοῦ πυρὸς μεταλαμβάνει θερμότητος, οὕτω τὸ ἐν τῇ κολυμβήθρᾳ ὕδωρ τῇ ἐνεργείᾳ τοῦ Πνεύματος εἰς θείαν μεταστοιχειοῦται δύναμιν, καθαῖρον μὲν καὶ υἱοθεσίας ἀξιοῦν τοὺς οὕτω βαπτιζομένους, τοὺς δὲ ἄλλως πως τελουμένους, ἀντὶ καθάρσεως καὶ υἱοθεσίας ἀκαθάρτους καὶ σκότους υἱοὺς
ἀποφαῖνον.
᾿Επειδὴ τοιγαροῦν πρὸ χρόνων ἤδη τριῶν ζήτημα ἀνεφύη, εἰ τὰ παρὰ τὴν παράδοσιν τῶν ἁγίων ᾿Αποστόλων καὶ θείων Πατέρων καὶ παρὰ τὴν συνήθειαν καὶ διαταγὴν τῆς Καθολικῆς καὶ ᾿Αποστολικῆς ᾿Εκκλησίας ἐπιτελούμενα βαπτίσματα τῶν αἱρετικῶν δεκτά ἐστι, προσερχομένων ἡμῖν, ἡμεῖς, ἅτε θείῳ ἐλέει τῇ ὀρθοδόξῳ ᾿Εκκλησίᾳ ἐντραφέντες, καὶ τοῖς κανόσι τῶν ἱερῶν ᾿Αποστόλων καὶ θείων Πατέρων ἑπόμενοι, καὶ μίαν μόνην γινώσκοντες τὴν ἡμετέραν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ᾿Εκκλησίαν, καὶ ταύτης τὰ Μυστήρια, ἑπομένως καὶ τὸ θεῖον Βάπτισμα, ἀποδεχόμενοι, τὰ δὲ ὑπὸ τῶν αἱρετικῶν, ὅσα
μὴ ὡς τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἱεροῖς ᾿Αποστόλοις διετάξατο καὶ ἡ ᾿Εκκλησία τοῦ Χριστοῦ μέχρι τῆς σήμερον ποιεῖ, ἐπιτελούμενα, ἐφευρέματα ἀνθρώπων διεφθαρμένων ὄντα, ὡς ἀλλόκοτα καὶ τῆς ἀποστολικῆς ὅλης παραδόσεως ἀλλότρια γινώσκοντες, ἀποστρεφόμεθα κοινῇ διαγνώσει. Καὶ τοὺς ἐξ αὐτῶν ἡμῖν προσερχομένους ὡς ἀνιέρους καὶ ἀβαπτίστους δεχόμεθα, ἑπόμενοι τῷ Κυρίῳ ἡμῶν ᾿Ιησοῦ Χριστῷ τῷ τοῖς μαθηταῖς αὐτοῦ ἐντειλαμένῳ βαπτίζειν «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ
καὶ τοῦ ῾Αγίου Πνεύματος»· τοῖς τε ἱεροῖς καὶ θείοις ᾿Αποστόλοις, διαταττομένοις ἐν τρισὶ καταδύσεσι καὶ ἀναδύσεσι τοὺς προσερχομένους βαπτίζειν καὶ ἐν ἑκάστῃ τῶν καταδύσεων ἕν ὄνομα ἐπιλέγειν τῆς ἁγίας Τριάδος· τῷ τε ἱερῷ καὶ ἰσαποστόλῳ Διονυσίῳ λέγοντι· «τρὶς ἐν κολυμβήθρᾳ ὕδωρ καὶ ἔλαιον ἡγιασμένα ἐχούσῃ τὸν προσερχόμενον παντὸς ἀμφίου γεγυμνωμένον βαπτίζειν, τὴν τρισσὴν τῆς θείας μακαριότητος ἐπιβοήσαντα ὑπόστασιν, καὶ εὐθὺς τῷ θεουργικωτάτῳ μύρῳ τὸν βαπτισθέντα ἐπισφραγίζειν, καὶ μέτοχον ἀποφαίνειν λοιπὸν τῆς ἱεροτελεστικωτάτης εὐχαριστίας»· τῇ τε Δευτέρᾳ καὶ Πενθέκτη ἁγίαις Οἰκουμενικαῖς Συνόδοις, διαταττομέναις τοὺς μὴ βαπτιζομένους εἰς τρεῖς ἀναδύσεις καὶ καταδύσεις καὶ ἐν ἑκάστῃ τῶν καταδύσεων μίαν ἐπίκλησιν τῶν θείων ὑποστάσεων μὴ ἐπιβοῶντας, ἀλλ᾿ ἄλλως πως βαπτιζομένους ὡς ἀβαπτίστους προσδέχεσθαι τῇ ὀρθοδοξίᾳ προσιόντας.
Τούτοις τοίνυν τοῖς θείοις καὶ ἱεροῖς διατάγμασιν ἑπόμενοι καὶ ἡμεῖς, τὰ μὲν τῶν αἱρετικῶν βαπτίσματα, ὡς
ἀπάδοντα καὶ ἀλλότρια τῆς ἀποστολικῆς θείας διατάξεως καὶ ὕδατα ἀνόνητα, ὡς ὁ ἱερὸς ᾿Αμβρόσιος καὶ ὁ
μέγας φησὶν ᾿Αθανάσιος, καὶ ἁγιασμὸν μηδένα παρέχοντα τοῖς ταῦτα δεχομένοις, καὶ πρὸς κάθαρσιν ἁμαρτημάτων οὐδὲν ὠφελοῦντα, ἀπόβλητα καὶ ἀποτρόπαια ἡγούμεθα. Τοὺς δ᾿ ἐξ αὐτῶν ἀβαπτίστως βαπτιζομένους ὡς ἀβαπτίστους ἀποδεχόμεθα, προσερχομένους τῇ ὀρθοδόξῳ πίστει, καὶ ἀκινδύνως αὐτοὺς βαπτίζομεν, κατὰ τοὺς ἀποστολικοὺς καὶ συνοδικοὺς κανόνας, οἷς ἀραρότως ἐπιστηρίζεται ἡ ἁγία τοῦ Χριστοῦ καὶ ἀποστολικὴ καὶ καθολικὴ ᾿Εκκλησία, ἡ κοινὴ μήτηρ πάντων ἡμῶν. Καὶ ἐπὶ ταύτῃ τῇ κοινῇ ἡμῶν διαγνώσει καὶ ἀποφάνσει σφραγίζομεν τὸν ῞Ορον ἡμῶν τοῦτον, ταῖς ἀποστολικαῖς καὶ συνο-
δικαῖς διαταγαῖς συνάδοντα, διαβεβαιοῦντες αὐτὸν δι᾿ ἡμετέρων ὑπογραφῶν.
᾿Εν ἔτει σωτηρίῳ
ʹαψνεʹ.
+ Κύριλλος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Νέας Ρώμης καὶ οἰκουμενικὸς Πατριάρχης.
+ Ματθαῖος ἐλέῳ Θεοῦ πάπας καὶ πατριάρχης τῆς
μεγάλης πόλεως ᾿Αλεξανδρείας και κριτὴς τῆς Οἰκουμένης.
+ Παρθένιος ἐλέῳ Θεοῦ πατριάρχης τῆς ἁγίας πόλεως ῾Ιερουσαλὴμ καὶ πάσης Παλαιστίνης.


(*) Περιοδ. «᾿Ορθόδοξος ῎Ενστασις καὶ Μαρτυρία», ἀριθ. 3/ ᾿Απρίλιος-᾿Ιούνιος 1986,
σελ. 81-83.
1. Παρὰ Θεοδωρήτῳ Μοναχῷ, Μοναχισμὸς καὶ Αἵρεσις, σελ. 263 κ. ἑ., ᾿Αθῆναι 1977.
2. ῾Ιερὸν Πηδάλιον, σελ. 55, ὑποσημείωσις.
3. Πρωτοπρεσβυτέρου Γ. Δ. Μεταλληνοῦ, «῾Ομολογῶ ἓν Βάπτισμα...», σελ. 46, ᾿Αθῆναι
1983.
4. ᾿Ενθ᾿ ἀνωτ., σελ. 63.
5. ᾿Ενθ᾿ ἀνωτ., σελ. 59.

Δεν υπάρχουν σχόλια :

Δημοσίευση σχολίου







free counters

ΟΜΟΛΟΓΙΑ ΠΙΣΤΕΩΣ

ΤΑ ΕΚΤΡΟΠΑ ΤΗΣ ΡΑΒΕΝΝΑΣ

ΤΑ ΕΚΤΡΟΠΑ ΤΗΣ ΡΑΒΕΝΝΑΣ

Η ΜΕΤΑΔΟΣΗ ΤΗΣ ΘΕΙΑ ΜΕΤΑΛΗΨΗΣ ΣΤΟΥΣ ΠΑΠΙΚΟΥΣ

Η ΜΕΤΑΔΟΣΗ ΤΗΣ ΘΕΙΑ ΜΕΤΑΛΗΨΗΣ ΣΤΟΥΣ ΠΑΠΙΚΟΥΣ