"Ἡ δὲ τῶν ἐνεργουμένων πληθὺς ἀνίερος μὲν καὶ
αὐτή, δευτέρα δὲ πρὸς τὸ ἄνω τῆς τῶν κατηχουμένων ἐστὶν ἐσχατιᾶς. Οὐδὲ γὰρ ἴσον
ὡς οἶμαι τοῦ παντελῶς ἀμυήτου καὶ τῶν θείων τελετῶν ἄκρως ἀκοινωνήτου τὸ
μετουσίαν τινὰ τῶν ἱερωτάτων ἐσχηκὸς τελεστηρίων, ἔτι δὲ ταῖς ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ
καὶ πρὸς αὐτοὺς ἡ τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε
εἰκότως. Εἰ γάρ ἐστιν ἀληθές, ὡς ὁ καθόλου θεῖος ἀνὴρ ὁ τῶν θείων ἄξιος
κοινωνὸς ὁ πρὸς τὸ τοῦ κατ’ αὐτὸν θεοειδοῦς ἄκρον ἐν παντελέσι καὶ τελειωτικαῖς
θεώσεσιν ἀνηγμένος οὐδὲ τὰ σαρκὸς ἐνεργήσει παρὰ τὰ κατὰ φύσιν ἀναγκαιότατα καὶ
τοῦτο εἰ τύχοι παρέργως, ναὸς δὲ ἅμα καὶ ὀπαδὸς ἐν τῇ κατ’ αὐτὸν ἀκροτάτῃ
θεώσει τοῦ θεαρχικοῦ πνεύματος ἔσται τῷ ὁμοίῳ τὸ ὅμοιον ἐνιδρύων, οὐκ ἂν ὁ
τοιοῦτός ποτε πρὸς τῶν ἐναντίων ἐνεργηθείη φαντασιῶν ἢ δειμάτων, γελάσεται δὲ
αὐτὰ καὶ προσιόντα καταπαλαίσει καὶ ἐκδιώξεται καὶ δράσει μᾶλλον ἢ πείσεται καὶ
πρὸς τῷ τῆς οἰκείας ἕξεως ἀπαθῇ καὶ ἀνενδότῳ καὶ ἑτέροις ἰατρὸς ὀφθήσεται τῶν
τοιούτων ἐνεργημάτων. Οἶμαι δὲ ἐγὼ πρὸς τούτῳ, μᾶλλον δὲ οἶδα σαφῶς, ὡς ἡ τῶν
ἱεραρχικῶν ἀμιγεστάτη διάκρισις πρὸ τούτων οἶδεν ἐνεργουμένους ἐναγεστάτην ἐνέρ-μγειαν,
ὅσοι τῆς θεοειδοῦς ἀπο-στάντες ζωῆς ὁμόφρονές τε καὶ ὁμότροποι τοῖς ὀλεθρίοις
γίνονται δαίμοσι τὰ μὲν ὄντως ὄντα καὶ ἀθανάτως κτητὰ καὶ αἰωνίως ἡδέα δι’
ἐσχάτην καὶ ἑαυτοῖς ὀλέθριον ἀνοησίαν ἀποστρεφόμενοι, τὴν πρόσυλον δὲ καὶ
πολυπαθεστάτην ἀλλοίωσιν καὶ τὰς ὀλλυμένας καὶ φθοροποιοὺς ἡδονὰς καὶ τὴν
ἀβέβαιον ἐν τοῖς ἀλλοτρίοις οὐκ οὖσαν ἀλλὰ δοκοῦσαν εὐπάθειαν ἐπιθυμοῦντες καὶ
ἐνεργοῦντες. Πρῶτοι δ’ οὖν οὗτοι καὶ κυριώτερον ἐκείνων ὑπὸ τῆς τοῦ λειτουργοῦ
διακριτικῆς φωνῆς ἀφοριζέσθωσαν. Οὐ γὰρ θεμιτὸν αὐτοῖς ἑτέρου τινὸς ἱεροῦ
μετασχεῖν ἢ τῆς τῶν λογίων ἐπιστρεπτικῆς ἐπὶ τὰ κρείττω διδασκαλίας.
Εἰ γὰρ ἡ τῶν θείων ὑπερκόσμιος ἱερουργία καὶ τοὺς ἐν μετανοίᾳ καίτοι πρὸς αὐτὴν
ἤδη γεγονότας ἀποκρύπτεται τὸ μὴ παντελῶς ἱερώτατον οὐ προσιεμένη, προσφωνεῖ δὲ
καὶ τοῦτο πανάγνως ὅτι «Καὶ τοῖς κατά τι πρὸς τὸ τοῦ θεοειδοῦς
ἄκρον ἀτελῶς ἐξασθε-νοῦσιν ἀθέατός εἰμι καὶ ἀκοινώνητος» (ἀποσοβεῖ γὰρ
ἡ κατὰ πᾶν ἀμιγεστάτη φωνὴ καὶ τοὺς μὴ δυναμένους συνδεθῆναι τοῖς τῶν θειοτάτων
ἀξίως κοινωνοῖς), πολλῷ γε μᾶλλον ἡ τῶν ἐμπαθῶς ἐνεργουμένων πληθὺς ἀνίερος
ἔσται καὶ πάσης ἀλλοτρία τῆς τῶν ἱερῶν ἐποψίας καὶ κοινωνίας." (Αὐτόθι, 3.7 (433b-436b)
Ἀναγκαία
ἡ διάκρισις αὐτῶν ἀπὸ τοὺς αἱρετικούς. Ἡ διάκρισις εἶναι ὁλοσχερὴς καὶ ἀπόλυτη
μπροστὰ εἰς τὴν περιορισμένην πλὴν ἐπιτρεπτὴ συμμετοχή τῶν ἐνεργουμένων καὶ
μετανοούντων Χριστιανῶν. Περιεκτικότερη ἔκφρασις τῆς διακρίσεως μεταξὺ
αἱρετικῶν καὶ ἐνεργουμένων/μετανοούντων εἶναι ἡ γνωστὴ διήγησις περὶ τοῦ ἀββᾶ Ἀγάθωνος:
"Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀγάθωνος ὅτι· Ἀπῆλθόν τινες πρὸς αὐτὸν ἀκούσαντες ὅτι μεγάλην
διάκρισιν ἔχει. Καὶ θέλοντες δοκιμάσαι αὐτὸν εἰ ὀργίζεται, λέγουσιν αὐτῷ· Σὺ εἶ
Ἀγάθων; Ἀκούομεν περί σου ὅτι πόρνος εἶ καὶ ὑπερήφανος. Ὁ δὲ ἔφη· Ναί, οὕτως
ἔχει. Καὶ πάλιν εἶπον αὐτῷ· Σὺ εἶ Ἀγάθων ὁ φλύαρος καὶ κατάλαλος; Ὁ δὲ εἶπεν·
Ἐγώ εἰμι. Καὶ πάλιν λέγουσιν αὐτῷ· Σὺ εἶ Ἀγάθων ὁ αἱρετικός; Καὶ ἀπεκρίθη· Οὔκ
εἰμι αἱρετικός. Καὶ παρεκάλεσαν αὐτὸν λέγοντες· Εἰπὲ ἡμῖν, διὰ τί τοσαῦτα
εἴπαμέν σοι καὶ κατεδέξω, τὸν δὲ λόγον τοῦτον οὐκ ἐβάστασας; Λέγει αὐτοῖς· Τὰ
πρῶτα ἐμαυτῷ ἐπιγράφω, ὠφέλεια γάρ ἐστι τῆς ψυχῆς μου· τὸ δὲ αἱρετικὸν ἀκοῦσαι χωρισμός ἐστιν ἀπὸ τοῦ Θεοῦ μου, καὶ οὐ
θέλω χωρισθῆναι ἀπὸ τοῦ Θεοῦ μου. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν τὴν διάκρισιν
αὐτοῦ καὶ ἀπῆλθον οἰκοδομηθέντες. (Ἀποφθεγμάτα τῶν Πατέρων, J.-C. Guy, Les apophtegmes des pères. Collection systématique, τομ. 1 (Sources chrétiennes 387. Paris : Éditions du Cerf, 1993): 10.12.)
Ἀποδεικνύεται ὅτι οἱ καταστάσεις τῶν ἐμπαθῶν καὶ
τῶν αἱρετικῶν διαφέρουν σημαντικὰ, καθὼς τὰ
«μὴ μετέχειν ἀσθενῆ» καὶ «πρὸς μετουσίαν τῆς Χάριτος ἀνεπίδεκτα» μέλη εἶναι τὰ
ἐμπαθῆ μέλη, τὰ ὁποῖα ἡ Ἐκκλησία φιλανθρώπως περικρατεῖ ὡς οἰκεῖα, δυνάμενα
βεβαίως μετανοίας καὶ ἀναστάσεως·, ἐνῷ ἡ
αἷρεσις «χωρισμός ἐστιν ἀπὸ τοῦ
Θεοῦ». ( Ἄρα ἡ ὀρθότερη καὶ ὄντως ἀβίαστη διάκρισις εἶναι μεταξὺ τῶν δύναμει δεκτικῶν τῆς Χάριτος μελῶν καὶ τῶν ἐνεργείᾳ μετεχόντων τῆς θείας ζωῆς, καὶ ὄχι μεταξὺ τῶν ὑπὸ κρίσει καὶ ἤδη κεκριμένων.) Ἡ δὲ
αἵρεσις ταυτίζεται μὲ τὰς ἰδίας τὰς ἐνεργείας τοῦ Ἀντιχρίστου κατὰ τὴν ὁμολογίαν
τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου: « Τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι
Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα
καὶ τὸν υἱόν». (Α´ Ἰωάννου 2, 22) Ἡ θέσις αὐτὴ διϋλίζεται σαφῶς καὶ ἀπό
τὸ ἐξῆς περιστατικὸν ἀπὸ τὸν βίον τοῦ Ἁγίου
Ὑπατίου:
"Μετὰ
δὲ πολὺν χρόνον τοῦ ἐξορισθῆναι Νεστόριον ἤρχοντο πολλάκις καὶ ἀξιωματικοὶ καὶ
κληρικοὶ καὶ εὐλαβεῖς ἀσκηταὶ καὶ ἠρώτων αὐτόν, εἰ δυνατὸν ἐλθεῖν Νεστόριον ἐν
Κωνσταντίνου πόλει· ὁ δὲ πρὸς αὐτοὺς ἔλεγεν· «Εἰ
ἔστι καιρὸς τοῦ ἀντιχρίστου, δεῖ Νεστόριον ἐλθεῖν ἐν Κωνσταντίνου πόλει, εἰ δὲ
καιρὸς οὐκ ἐστιν τοῦ ἀντιχρίστου, οὐδὲ Νεστορίου τοῦ ἐλθεῖν ἐν Κωνσταντίνου
πόλει· ἡ γὰρ διδαχὴ Νεστορίου προετοιμασία τοῦ ἀντιχρίστου
ἐστίν." (Καλλινίκου μοναχοῦ, Βίος Ἁγίου Ὑπατίου, 39.1-3.)
Τὸ
ῥητὸν τοῦ Ἁγίου Γρηγορίου τοῦ Σιναΐτου
ἐντὸς τούτων τῶν πλαισίων ἐρμηνεύται ὀρθῶς καὶ μόνον. Ἀναφέρεται ὁ Σιναΐτης ἅγιος ἔκδηλα εἰς τὴν
κατάστασιν τῶν ἐμπαθῶν «ἐνεργουμένων» Χριστιανῶν. Παραθέτουμε ὁλόλκληρο τὸ χωρίο:
«Σῶμα Χριστοῦ ἡμεῖς ἐσμεν», φησὶν ὁ
Ἀπόστολος, «καὶ μέλη ἐκ μέρους». Καὶ πάλιν «ἕν σῶμα καὶ ἕν πνεῦμά ἐστε,
καθὼς καὶ ἐκλήθητε». Ὥσπερ γὰρ τὸ σῶμα
νεκρὸν καὶ ἀναίσθητον ἐστι χωρὶς πνεύματος, οὕτως ὁ νεκρωθεὶς τοῖς πάθεσι διὰ
τῆς τῶν ἐντολῶν ἀμελείας μετὰ τὸ βάπτισμα, ἀνενέργητος γίνεται καὶ ἀφώτιστος τῷ
Ἁγίῳ Πνεύματι καὶ τῇ Χριστοῦ χάριτι. Ἔχων μὲν τὸ πνεῦμα διὰ τῆς πίστεως καὶ τῆς
ἀναγεννήσεως, ἀνενέργητον δὲ καὶ ἀκίνητον διὰ τὴν ψυχικὴν νεκρότητα. Καὶ κρατεῖ
καὶ ζωοποεῖ καὶ κινεῖ τὰ ζωῆς δεκτικὰ, τὰ δὲ κατὰ τινα συμβατικὴν ἀσθένειαν
καταψυγέντα μέλη, ὡς νεκρά καὶ ἀκίνητα, φέρει μὲν ἐν ἑαυτῇ, πλὴν ἄζωα καὶ
ἀναίσθητα. Οὕτως ὅλον ἐν ὅλοις ἀμιγῶς τοῖς Χριστοῦ μέλεσίν ἐστι τὸ Χριστοῦ
Πνεῦμα ἐνεργοῦν καὶ ζωοποιοῦν τὰ μετέχειν ζωῆς δυνάμενα, ἀλλὰ καὶ τὰ μὴ μετέχειν
ἀσθενῆ φιλανθρώπως ὡς οἰκεῖα περικρατεῖ. Διό καὶ πᾶς πιστὸς μετέχει μὲν διὰ τῆς
πίστεως τῆς υἱοθεσίας τοῦ πνεύματος, ἀνενέρ-γητος δὲ γίνεται καὶ ἀφώτιστος διὰ
τῆς ἀμελείας καὶ ἀπιστίας, τοῦ φωτὸς καὶ τῆς ζωῆς τοῦ Ἰησοῦ ὑστερούμενος. Ὥς
ἔστι μὲν πιστὸς ἅπας, μέλος Χριστοῦ καὶ πνεῦμα Χριστοῦ ἔχων, ἀνενέργητος δὲ καὶ
ἀκίνητος καὶ πρὸς μετουσίαν
τῆς χάριτος ἀνεπίδεκτος. (Κεφάλαια Πάνυ Ὠφέλιμα, 59.129.)
Ὁ Ἅγιος κάνει
λόγο διὰ «συμβατικὴν ἀσθένεια» ἡ ὁποία κατὰ τὸν σκόπο τοῦ Ἁγίου ἔχει ὡς
ἀφετηρεία τὴν ἀναλογία μὲ τὰ ψυχικὰ πάθη. Τὸ «οὕτως
ὅλον ἐν ὅλοις ἀμιγῶς τοῖς Χριστοῦ μέλεσίν ἐστι τὸ Χριστοῦ Πνεῦμα ἐνεργοῦν καὶ
ζωοποιοῦν τὰ μετέχειν ζωῆς δυνάμενα, ἀλλὰ καὶ τὰ μὴ μετέχειν ἀσθενῆ φιλανθρώπως
ὡς οἰκεῖα περικρατεῖ» δηλώνει δύο πράγματα: α) ὅτι ἡ Θεία Χάρις μετέχεται ἐν
συμμετρίᾳ καὶ ἀναλογίᾳ τῆς πνευματικῆς καταστάσεως τοῦ κάθε προσώπου (ἅλλους
θεοποιεῖ, ἄλλους καθαίρει, ἄλλους περικρατεῖ ἀνενέργητη), καὶ β) ὅτι ἡ Χάρις
τοῦ βαπτίσματος δὲν φυγαδεύεται ὁλοτελῶς ἀπὸ τὴν καρδίαν, λόγῳ τῆς ἐπιστροφῆς
εἰς τὰ πάθη, ("ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ
ἡ κλῆσις τοῦ Θεοῦ" [Ρωμ. 11, 29]),
ἀλλὰ μένει ἀνενέργητη, «διό καὶ πᾶς πιστὸς μετέχει μὲν
διὰ τῆς πίστεως τῆς υἱοθεσίας τοῦ πνεύματος» μέσῳ τῆς χάριτος τοῦ
βαπτίσματος, «ἀνενέργητος δὲ γίνεται καὶ
ἀφώτιστος διὰ τῆς ἀμελείας καὶ ἀπιστίας, τοῦ φωτὸς καὶ τῆς ζωῆς τοῦ Ἰησοῦ ὑστερούμενος».
Πάλιν ὁ Ἅγιος Διονύσιος ὁ Ἀρεοπαγίτης
μᾶς βοηθεῖ νὰ διευκρινίσουμε τὴν ὀρθὴν ἔννοιαν τοῦ χωρίου:
"Λέγωμεν τοίνυν, ὡς ἔστιν ἡ τῆς θείας
μακαριότητος ἀγαθότης ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα τὰς τοῦ οἰκείου φωτὸς
ἀγαθοεργέτιδας ἀκτῖνας ἐπὶ πάσας ἀφθόνως ἁπλοῦσα τὰς νοερὰς ὄψεις. Εἰτ’ οὖν
ἀποσταίη τοῦ νοητοῦ φωτὸς ἡ τῶν νοερῶν αὐθαίρετος αὐτεξουσιότης, κακίας ἔρωτι
συμμύσασα τὰς φυσικῶς ἐνεσπαρμένας αὐτῇ πρὸς τὸ φωτίζεσθαι δυνάμεις, ἀπήρτηται
τοῦ παρόντος αὐτῇ φωτὸς οὐκ ἀποστάντος ἀλλ’ ἐπιλάμποντος αὐτῇ μυωπαζούσῃ καὶ
ἀποστρεφομένῃ προστρέχοντος ἀγαθοειδῶς· εἴτε τοῦ μετρίως αὐτῇ δοθέντος ὁρατοῦ
τοὺς ὅρους ὑπερπηδῆσαι καὶ πρὸς τὰς ὑπὲρ τὴν κατ’ αὐτὴν ὄψιν αὐγὰς ἀντωπῆσαι
τολμηρῶς ἐπιχειρήσοι, τὸ μὲν φῶς ἐνεργήσει παρὰ τὰ φωτὸς οὐδέν, αὐτὴ δὲ τοῖς
τελείοις ἀτελῶς ἐπιβάλλουσα τῶν μὲν ἀνοικείων οὐκ ἂν ἐφίκοιτο, τοῦ μετρίου δὲ
ἀκόσμως ὑπερφρονοῦσα δι’ ἑαυτὴν ἀποτεύξεται. Πλήν, ὅπερ ἔφην, ἀγαθουργικῶς ἀεὶ
ταῖς νοεραῖς ὄψεσι τὸ θεῖον ἥπλωται φῶς ἔνεστί τε αὐταῖς ἀντιλαβέσθαι παρόντος
αὐτοῦ καὶ ἀεὶ πρὸς θεοπρεπῆ τῶν οἰκείων μετάδοσιν ὄντος ἑτοιμοτάτου. (Ἁγ. Διονυσίου Ἀρεοπαγίτου, Περὶ Ἐκκλη-σιαστικῆς Ἱεραρχίας, 1.2 (397d-400a).
ΣΥΝΕΧΙΖΕΤΑΙ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ
1. Ὁ αἱρετικὸς χωρίζεται ἀπὸ τὴν Ἐκκλησίαν λόγῳ τῆς αἱρέσεώς του καὶ συνεπῶς εἶναι αὐτοκατάκριτος (1ο Μέρος)
2. Ὁ αἱρετικὸς χωρίζεται ἀπὸ τὴν Ἐκκλησίαν λόγῳ τῆς αἱρέσεώς του καὶ συνεπῶς εἶναι αὐτοκατάκριτος (2ο Μέρος)
2. Ὁ αἱρετικὸς χωρίζεται ἀπὸ τὴν Ἐκκλησίαν λόγῳ τῆς αἱρέσεώς του καὶ συνεπῶς εἶναι αὐτοκατάκριτος (2ο Μέρος)
3. Ὁ αἱρετικὸς χωρίζεται ἀπὸ τὴν Ἐκκλησίαν λόγῳ τῆς αἱρέσεώς του καὶ συνεπῶς εἶναι αὐτοκατάκριτος (3ο Μέρος)
Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου