Κατὰ τὸν Μεταφραστήν:
"Πρῶτος οὖν τῶν ἄλλων Θεοδόσιος ὁ Ἐφέσου “Τίνι τρόπῳ,” ἔφη, “ὦ τοῦ Θεοῦ ἄνθρωπε, πάντας ἡμᾶς ἐν μοίρᾳ τάττειν αἱρετικῶν προῄρησαι, φρονεῖν τε ἔκρινας σεαυτὸν ὑπὲρ βασιλεῖς, ὑπὲρ πατριάρχας, ὑπὲρ ἐπισκόπους καὶ τοὺς ἄλλους Χριστιανούς; μὴ πάντες ἡμεῖς τὴν τῶν οἰκείων ψυχῶν ζημίαν πραγματευόμεθα;” Ὁ δὲ δίκαιος ἠρεμαίᾳ φωνῇ “Προσέσχες τὶ γέγραπται” φησίν “ἐν Ἡλιοῦ τῷ προφήτῃ εἰπόντι πρὸς Ἀχαάβ· “Οὐ διαστρέφω ἐγώ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου·” Καὶ γὰρ οὐκ ἔγωγε νῦν εἰμὶ ὁ διαστρέφων, ἀλλ’ οἱ τὴν ἀρχαίαν παράδοσιν τῶν Πατέρων ὑπεριδόντες καὶ δόγμα τῇ Ἐκκλησίᾳ νεοφανὲς παραβύσαντες. Εἰ γὰρ πᾶν τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον, ὥς τις ἔφη σοφός, τὰ νέα ταυτὶ καὶ ἐπείσακτα κομιδῇ παράλογα καὶ σαθρά, ἅτε τῆς καθολικῆς Ἐκκλησίας νόθα ὄντα σαφῶς γεννήματα· ὥστε οὐκ ἀπὸ καιροῦ τὸ προφητικὸν ἐκεῖνο ἔπεισί μοι εἰπεῖν· “Οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες ἅμα μισθωτοῖς ποιμέσι καὶ προδόταις τῆς ποίμνης συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ κατὰ τῆς Χριστοῦ οἰκονομίας κενὰ ἐμελέτησαν. (Συμεών τοῦ Μεταφραστοῦ, Βίος Ἁγίου Στεφάνου τοῦ Νέου, ed. F. Iadevaia, Simeone Metafraste Vita di S. Stefano Minore. (Messina: Edizioni Dr. Antonino Sfameni, 1984): 1644-1660. )
Τῷ ὄντι, ὁλόκληρη ἡ πρώτη συνεδρίασις τῆς Ζ´ Οἰκουμενικῆς Συνόδου ἦταν ἀφιερωμένη εἰς τὸ θέμα τῆς ἀποδοχῆς τῶν εἰκονομάχων εἰς τὴν Ἐκκλησία. Οἱ αἱρετικοὶ εἰκονομάχοι ἐθεωρούντο ὡς ἀποκεκομμένοι καὶ ἐκτὸς Ἐκκλησίας ἐκ τῶν προτέρων, ὡς οἱ αἰτήσεις καὶ οἱ λίβελλοι τῶν ἐξ αἱρετικῶν ἐπισκόπων ἀποδεικύουν:
Βασίλειος ἐπίσκοπος Ἀγκύρας εἶπεν:
«Ὅσον ἦν εἰς δύναμίν μου, δεσπόται, ἐξήτασα τήν ὑπόθεσιν καὶ πᾶσαν πληροφορίαν δεξάμενος, προσῆλθον τῇ καθολικῇ ἐκκλησίᾳ ἐγὼ ὁ ἔσχατος ὑμῶν δοῦλος.»
Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν:
«Δόξα τῷ Θεῷ τῷ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.»
Βασίλειος ἐπίσκοπος Ἀγκύρας ἀπὸ λιβέλλου ἀνέγνω οὕτως:
«Θεσμοθεσία ἐστὶν ἐκκλησιαστικὴ … ὥστε τοὺς ἀπὸ αἱρέσεως οἱασδήπτουν ἐπιστρέφοντας πρὸς τὴν ὀρθόδοξον ὁμολογίαν καὶ παράδοσιν τῆς καθολικῆς ἐκκλησίας ἐγράφως τὴν οἰκείαν ἐξαρνεῖσθαι αἵρεσιν καὶ τὴν ὀρθόδοξον ὁμολογεῖν πίστιν· ὅθεν καὶ ἐγὼ Βασίλειος ἐπίσκοπος Ἀγκύρας τῆς πόλεως προαιρούμενος ἑνωθῆναι τῇ καθολικῇ ἐκκλησίᾳ … ταύτην τὴν παροῦσαν ἔγγραφόν μου ὁμολογίαν ποιοῦμαι … » (Mansi 12, 1007d-e.)
Πάλιν, ἡ ἰδία ἐν μετανοίᾳ αἴσθησις τῆς ἐκτὸς Ἐκκλησίας καταστάσεως ἀπαντᾶ-ται καὶ εἰς τὴν αἴτησιν τοῦ Μύρων Θεοδώρου:
Καὶ προήχθῃ Θεόδωρος ὁ εὐλαβέστατος ἐπίσκοπος Μύρων τῆς Λυκίας καὶ εἶπε:
«Καγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος πολλὰ ψηλαφήσας καὶ ἐρευνήσας καὶ τὸ κρεῖττον ἐπιλεξάμενος, δέομαι τοῦ Θεοῦ καὶ τῆς ὑμετέρας ἁγιωσύνης, ἵνα μετὰ πάντων κᾀγὼ ὁ ἁμαρτωλὸς ἐνωθῶ τῇ ἁγίᾳ καὶ καθολικῇ ἐκκλησίᾳ.» (Αὐτόθι, 1011c.)
Εἰς τὴν αὑτὴν συνεδρίασιν, ἐξετάστηκε ἐπιμελέστατα καὶ ὁ τρόπος τῆς ἀποδοχῆς:
Ἰωάννης ὁ εὐλαβέστατος μοναχὸς καὶ πρεσβύτερος καὶ τοποτηρητής τοῦ ἀποστολικοῦ θρόνου Ἀντιοχείας εἶπε:
«Διαθρυλλεῖται πανάγιε πάτερ παρὰ πολλῶν, πῶς δεῖ τοὺς ἀπὸ αἱρέσεων προσερχομένους δέχεσθαι· καὶ παρα-καλοῦμεν τὴν ἁγίαν καὶ ἱερὰν σύνοδον ὅπως ἔλθωσιν αἱ βίβλοι τῶν ἁγίων πατέρων καὶ θεωρῶμεν καὶ ἀνα-κρίνωμεν κᾀκεῖθεν λάβωμεν τὴν ἀκριβῆ ἀσφάλειαν, ὅπως χρή δέχεσθαι αὐτοὺς. Ἀποροῦμεν γὰρ ἡμεῖς.» (Αὐτόθι, 1019c. )
Ἡ σύνοδος τότε ἄκουσε πολλὰς μαρτυρίας, διὰ τὸ πῶς οἱ αἱρετικοὶ γίνονταν ἀποδεκτοὶ εἰς τὸ παρελθόν, χωρὶς ὅμως νὰ διακρίνουν μεταξὺ ἐκείνων ποὺ εἶχαν καταδικαστεῖ ἤδη ἀπὸ σύνοδο καὶ τῶν μῆ καταδικασθέντων, ἀποδεικύοντας ὅτι οἱ πατέρες δὲν ἔκαναν τέτοιαν διάκρισιν. Ἀντιθέτως, κατὰ τὴν διάρκειαν τοῦ διαλόγου, διαπιστώθηκε ὁμοφώνως, ὅτι ἡ ἀποκοπὴ τῶν αἱρετικῶν ἐθεωρεῖτο ὡς ἐκ τῶν προτέρων:
Ἰωάννης ὁ θεοφιλέστατος τοπο-τηρητής τοῦ ἀποστολικοῦ θρόνου τῆς ἀνατολῆς εἶπεν:
«Ἡ αἵρεσις χωρίζει ἀπὸ τῆς ἐκκλησίας πάντα ἄνθρωπον.»
῾Η Ἁγία Σύνοδος εἶπεν:
«Τοῦτο εὔδηλόν ἐστιν.» (Αὐτόθι, 1022c.)
Εἰς τὸ τέλος τῆς Πρώτης Πράξεως,
Ἡ ἁγία σύνοδος εἶπε:
«Ἀναγνώτωσαν οἱ προϊστάμενοι ἐπίσκοποι τοὺς οἰκείους λιβέλλους ὡς νυνὶ προσελθόντες τῇ καθολικῇ ἐκκλησίᾳ.»
Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν:
«Ἀναγνώτωσαν ἐπειδὰν τῶν ζητουμένων δύο κεφαλαίων ἀκριβῶς ἐξετασθῇ ὑπόθεσις περὶ τε τῶν προσερχομένων ἐξ αἱρέσεως τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ καὶ τῶν ὑπὸ αἱρετικῶν χειροτονηθέντων.» (Αὐτόθι. 1050d.)
Καὶ μετ᾽ ὀλίγον πάλιν,
Ταράσιος ὁ ἁγιώτατος πατριάρχης εἶπεν:
«Τὰς ὁμολογίας γνῶντες διὰ τῆς ἀναγνώσεως τῶν λιβέλλων, ἐν ἑτέρᾳ συνελεύσει ἡ αὐτῶν ἀποδοχὴ γενήσεται, εἰ οὐκ ἔστιν ἕτερον αὐτοῖς τὸ κωλῦον.» (Αὐτόθι. 1050e.)
Ὅτι ἡ ἔκπτωσις τῆς ἱερατικῆς τάξεως καὶ ἐνεργείας εἶναι προτέρα τῆς συνοδικῆς διαγνώμης ἀποδεικνύεται καὶ εἰς τὴν η΄ ἐπιστολὴ τοῦ θεοφάντορος Διονυσίου:
"Καὶ γὰρ ἑκάστη τῶν περὶ Θεὸν διακόσμησις θεοειδεστέρα τῆς μᾶλλον ἀφεστηκυίας ἐστί, καὶ φωτεινότερα ἅμα καὶ φωτιστικώτερα τὰ μᾶλλον τῷ ἀληθινῷ φωτὶ πλησιέστερα. Καὶ μὴ τοπικῶς ἐκλάβοις, ἀλλὰ κατὰ τὴν θεοδόχον ἐπιτηδειότητα τὸν πλησια-σμόν. Εἰ τοίνυν ἡ τῶν ἱερέων ἐστὶ διακόσμησις ἡ φωτιστική, παντελῶς ἀποπέπτωκε τῆς ἱερατικῆς τάξεως καὶ δυνάμεως ὁ μὴ φωτιστικός, ἦ πού γε μᾶλλον ὁ ἀφώτιστος. Καὶ τολμηρὸς ἔμοιγε δοκεῖ τοῖς ἱερατικοῖς ὁ τοιοῦτος ἐγχειρῶν, καὶ οὐ δέδοικεν οὐδὲ αἰσχύνεται τὰ θεῖα παρὰ τὴν ἀξίαν διώκων καὶ οἰόμενος Θεὸν ἀγνοεῖν, ἅπερ αὐτὸς ἑαυτῷ συνέγνωκε· καὶ ἀπατᾶν νομίζει τὸν ψευδωνύμως ὑπ’ αὐτοῦ πατέρα καλούμενον καὶ τολμᾷ τὰς ἐναγεῖς αὐτοῦ δυσφημίας -(οὐ γὰρ εἴποιμι προσευχάς)- ἐπὶ τὰ θεῖα σύμβολα χριστοειδῶς ἐπιλέγειν. Οὔκ ἐστιν οὗτος ἱερεύς, οὔκ ἐστιν, ἀλλὰ δυσμενής, δόλιος, ἐμπαίκτης ἑαυτοῦ καὶ λύκος ἐπὶ τὸν θεῖον λαὸν κωδίῳ καθωπλισμένος. (Ἁγ. Διονυσίου Ἀρεοπαγίτου, Ἐπ. 8, 2.9-22 (1092b-c).
Ἡ Ε´ Οἰκουμενικὴ Σύνοδος ἐπισήμως ὅρισε τήν Ὀρθόδοξον θέσιν εἰς τὸ θέμα τῶν μὴ καταδικασθέντων αἰρετικῶν, ἀποφαίνομένη:
«…ἡ καταδίκη τοῦ ἀναθέματος δὲν εἶναι τίποτα παρὰ χωρισμὸς ἀπὸ Θεοῦ … ὁ ἀσεβής, ἂν καὶ δὲν ἔχει καταδικασθεῖ ἐπισήμως ἀπὸ κανέναν, εἰς τὴν πραγμα-τικότητα φέρει τὸ ἀνάθεμα εἰς τὸν ἑαυτὸν του, ἔχοντας κόψει τὸν ἑαυτὸν του ἀπὸ τὴν ζωὴ τῆς ἀληθείας». (Ε´ Οἰκουμενικῆς Συνόδου, Sententia Synodica [adversus “tria capitula”], Conciliorum Oecumenicorum Generaliumque Decreta, Corpus Christianorum, τομ. Α (Turnhout, Belgium: Brepols, 2006), 171.139-142: Aut ignorant, magis autem scientes ignorare confingunt, quod iudicium anathematis nihil aliud est nisi separatio a deo, quod impius licet non verbo ab aliquo suscepisset, tamen anathema re ipsa sibi infert, per suam impietatem semetispum a vera vita separans?)
Διὸ καὶ ἡ Ζ´ Οἰκουμενικὴ Σύνοδος, εἰς τὸν Ὅρον της διεκήρυξεν:
«τῶν ἱερῶν ἀναθημάτων τὴν θεοπρεπῆ εὐκοσμίαν διαβάλλειν τετολμήκασιν, ἱερεῖς μὲν λεγόμενοι, μὴ ὄντες δέ.» (Ζ´ Οἰκουμενικῆς Συνόδου, Ὅρος, Conciliorum Oecumenicorum Generaliumque Decreta, 310.38-41).
Τέλος, ὁ βίος τοῦ Ἁγίου Νικηφόρου τοῦ Ὁμολογητοῦ διασώζει λόγον εἰς τὸν ὁποῖον ὁ Ἅγιος ἐπιβεβαιοῖ ὅτι ἱεραρχία ποὺ ἔχει πέσει σὲ αἴρεσιν παύει νὰ εἶναι ἡ Ἐκκλησία.
Ταῦτα ὁ τοῦ θεοῦ θεράπων Νικηφόρος θεώμενος πᾶσαν ἱκετηρίας ἰδέαν πρὸς Θεὸν ἐπενόει, ἀντιβολῶν καὶ πρὸς συμμαχίαν καλῶν τῇ μὲν ἐκκλησίᾳ διασώσασθαι τὸ ἀμώμητον, καὶ τὸ τοῦ ποιμνίου ἀκίβδηλον μὴ χρανθῆναι τοῖς τῆς ἑτεροδοξίας μιαροῖς ἀλισγήμασι. διὰ τοῦτο πρὸς ἑαυτὸν πάντας εἷλκεν, ἐνουθέτει, παρεκάλει τῇ ζύμῃ μὴ συμφύρεσθαι τῶν αἱρετιζόντων, ἀπέτρεπεν ὡς ἰὸν καὶ ὡς κύημα ἐχιδνῶν τὰ τῆς διδασκαλίας αὐτῶν ἀλλόφυλα προφεύγειν ἀμβλώματα. «οὐ γάρ», ἔλεγε, «σωματικὸν ἐπάγουσι μώλωπα φαρμάκοις ἰατρικῆς ὑπείκειν δυνάμενον· τοῖς τῆς ψυχῆς δὲ μυχοῖς ἐνιεῖσι τὸν κίνδυνον, τὴν ἐξ ἐπιπολῆς ἀναινόμενα μότωσιν. μὴ τοίνυν ἐνδῶμεν τῇ τοῦ καιροῦ ῥοπῇ μηδὲ τῇ τοῦ κράτους φορᾷ· εἰ γὰρ καὶ βασιλέα καὶ πολὺ σμῆνος σὺν αὐτῷ κακοφρόνων ἡ αἵρεσις ἐπισύρεται, ἀλλ’ εἰς οὐδὲν αὐτοῖς ἡ ἰσχὺς ἀποβήσεται, οὐδὲ εἰς ἐκκλησίαν θεοῦ λογισθήσεται. οὐ γὰρ ἐπὶ πλήθει θεὸς εὐδοκεῖ, ἀλλ’ ἐφ’ ἑνὶ φοβουμένῳ καὶ τρέμοντι τοὺς λόγους αὐτοῦ ἐπισκοπεῖ, καὶ ὅλην ἐκκλησίαν τὸν ἕνα σαφῶς ἀποδείκνυσι. (Ἰγνατίου τοῦ Διακόνου, Βίος Ἁγίου Νικηφόρου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ed. C. de Boor, Nicephori archiepiscopi Constantinopolitani opuscula historica. Leipzig : Teubner, 1880 (repr. 1975): 166.27-167.14.)
ΣΥΝΕΧΙΖΕΤΑΙ
ΠΡΟΗΓΟΥΜΕΝΑ ΑΡΘΡΑ
1. Ὁ αἱρετικὸς χωρίζεται ἀπὸ τὴν Ἐκκλησίαν λόγῳ τῆς αἱρέσεώς του καὶ συνεπῶς εἶναι αὐτοκατάκριτος (1ο Μέρος)
2. Ὁ αἱρετικὸς χωρίζεται ἀπὸ τὴν Ἐκκλησίαν λόγῳ τῆς αἱρέσεώς του καὶ συνεπῶς εἶναι αὐτοκατάκριτος (2ο Μέρος)
2. Ὁ αἱρετικὸς χωρίζεται ἀπὸ τὴν Ἐκκλησίαν λόγῳ τῆς αἱρέσεώς του καὶ συνεπῶς εἶναι αὐτοκατάκριτος (2ο Μέρος)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου